Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΛΕΣ ΟΙ ΟΜΙΛΙΕΣ ΤΟΥ Π. ΣΑΒΒΑ

ΟΛΕΣ ΟΙ ΟΜΙΛΙΕΣ ΤΟΥ Π. ΣΑΒΒΑ

https://livestream.com/accounts/25545482

ΟΜΙΛΙΑ ΣΤΙΣ ΑΜΠΕΛΕΙΕΣ

Δευτέρα, 10 Φεβρουαρίου 2014

Εὐχή πρό τοῦ ὑπνῶσαι (Ὁσίου Ἐφραίμ τοῦ Σύρου)

ΕΥΧΗ ΠΡΟ ΤΟΥ ΥΠΝΩΣΑΙ
ΤΟΥ ΟΣΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ὁ τήν ἁγίαν Σου Μητέρα, τιμιωτέραν ἀναδείξας πασῶν τῶν ἐπουρανίων δυνάμεων, Αὐτός Πανάγαθε διά τῶν πρεσβειῶν Αὐτῆς καί πάντων Σου τῶν Ἁγίων, παρακλήθητι καί συγχώρησόν μοι τῷ ἁμαρτωλῷ καί ἀχρείῳ δούλῳ Σου, εἴ τι ἤμαρτον σήμερον ὡς ἄνθρωπος ἤ μᾶλλον εἰπεῖν οὐχ ὡς ἄνθρωπος, ἀλλ᾿ ὡς ἀπάνθρωπος, τά ἑκούσιά μου πταίσματα καί τά ἀκούσια, τά ἐν λόγῳ τά ἐν ἔργῳ τά ἐν γνώσει καί ἀγνοία, τά ἐκ συναρπαγῆς καί ἀπροσεξίας καί πολλῆς μου ραθυμίας καί ἀμελείας γεγενημένα.

Εἴτε τό ὄνομά Σου τό Ἅγιον ὥμοσα, εἴτε ἐπιώρκησα, ἤ ἐβλασφήμησα κατά διάνοιαν, ἤ ἔν τινι Σέ παρώργησα, ἤ ἔκλεψα ἤ ἐψευσάμην ἤ φίλος παρέβαλε πρός ἐμέ καί παρεῖδον αὐτόν, ἤ ἀδελφόν ἔθλιψα καί παρεπίκρανα, ἤ ἱσταμένου μου ἐν προσευχῇ καί ψαλμωδίᾳ ὁ νοῦς μου ὁ πονηρός εἰς τά πονηρά καί βιωτικά περιεπόλευσε, ἤ παρά τό πρέπον ἐτρύφησα, ἤ εὐτράπελα ἐλάλησα, ἤ ἀφρόνως ἐγέλασα ἤ ἐκενοδόξησα ἤ ὑπερηφανευσάμην ἤ κάλλος μάταιον ἐθεασάμην καί ὑπ᾿ αὐτοῦ ἠθέλχθην τόν νοῦν ἤ τά μή δέοντα ἐφλυάρησα, ἤ τό ἐλάττωμα τοῦ ἀδελφοῦ μου περιεργασάμην καί κατέκρινα αὐτό καί τά ἐμαυτοῦ ἀναρίθμητα ἐλαττώματα παραβλεψάμην, εἴτε ἐθύμωσα, εἴτε ἠγανάκτησα, εἴτε ὀλιγοπίστησα, εἴτε ἀχαριστίαν ἔδειξα πρός Ἐσένα Λυτρωτά μου καί Εὐεργέτα μου, εἴτε τῶν καθηκόντων μου παρημέλησα, εἴτε ἀκροατής κατακρίσεων παρέστην, εἴτε τόν ἀδελφόν μου ἐσκανδάλισα ἐν γνώσει ἤ ἐξ ἀγνοίας μου ἤ ἐξ ἀδιασκρισίας μου εἴτε τῆς προσευχῆς μου ἠμέλησα, εἴτε τήν ἐντολήν τοῦ Πνευματικοῦ μου Πατρός καί Μητρός μου ἠθέτησα καί αὐτήν οὐκ ἐφύλαξα, εἴτε ἄλλον πονηρόν ἐπενόησα· ταῦτα πάντα καί ἄλλα ἅπερ ἔπραττα καί οὐ μέμνημαι, συγχώρησόν μου, ὡς ἀγαθός καί φιλάνθρωπος καί οἰκτίρμων Θεός, ἵνα ἐν εἰρήνῃ κοιμηθῶ καί ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων Σέ σύν τῷ Ἀνάρχῳ Σου Πατρί καί τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Τῷ Θεῷ δόξα! Ἀμήν!

Δεν υπάρχουν σχόλια:

ΠΡΟΤΕΙΝΟΜΕΝΑ



ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία: hristospanagia@yahoo.gr
.
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό hristospanagia@yahoo.gr
Related Posts Plugin for WordPress, Blogger...

ΑΚΟΥΣΤΕ ΚΑΙ ΜΕΤΑΦΟΡΤΩΣΤΕ ΟΜΙΛΙΕΣ

ΕΤΙΚΕΤΕΣ- ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ